Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.148 Joseph. AJ 15.153 (English) >>Joseph. AJ 15.159

15.151ὅμως δʼ οὖν εἰς χεῖρας ᾔεσαν πλείους τε ὄντες καὶ διὰ τὸ κατεπείγειν ἐπὶ τὸ τολμηρὸν ὑπὸ τῆς ἀνάγκης στρατηγούμενοι, καὶ μάχη γίνεται καρτερὰ πιπτόντων ἑκατέρωθεν οὐκ ὀλίγων, τέλος δὲ τραπέντες οἱ Ἄραβες ἔφευγον. 15.152ἦν δὲ φόνος ἐγκλινάντων, ὡς μὴ μόνον ὑπὸ τῶν πολεμίων θνήσκειν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς παραιτίους γίνεσθαι τῶν κακῶν, ὑπό τε πλήθους καὶ φορᾶς ἀτάκτου συμπατουμένων καὶ περιπιπτόντων τοῖς οἰκείοις ὅπλοις· 15.153πεντακισχίλιοι γοῦν αὐτῶν ἐγένοντο νεκροί. τὸ δʼ ἄλλο πλῆθος ἔφθη μὲν εἰς τὸ χαράκωμα συμφυγεῖν, εἶχεν δʼ οὐκ ἐν βεβαίῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἀπορίᾳ τῶν ἐπιτηδείων καὶ μᾶλλον ὕδατος. οἵ τε Ἰουδαῖοι διώκοντες συνεισπεσεῖν μὲν οὐ κατίσχυσαν, 15.154περικαθεζόμενοι δὲ τῷ χάρακι καὶ παρατηροῦντες εἰσόδου τε τοὺς ἐπαρκοῦντας καὶ ἐξόδου φυγεῖν βουλομένους εἶργον. 15.155

Ἐν τοιούτοις οὖν ὄντες οἱ Ἄραβες ἐπρεσβεύοντο πρὸς τὸν Ἡρώδην, τὸ μὲν πρῶτον ὑπὲρ διαλύσεως, ἔπειτα, τὸ γὰρ δίψος ἤπειγεν, πᾶν ὁτιοῦν ὑφιστάμενοι καὶ τυχεῖν εἰς τὸ παρὸν ἀδείας ἠξιωκότες. 15.156 δʼ οὔτε πρέσβεις οὔτε λύτρα τῶν ἡλωκότων οὔτʼ ἄλλο τι μέτριον προσίετο φιλόνεικος ὢν ἐκδικῆσαι τὰς παρανομίας τὰς εἰς αὐτοὺς ἐξ ἐκείνων γεγενημένας. καταναγκαζόμενοί τε τοῖς τε ἄλλοις καὶ τῷ δίψει προϊόντες αὑτοὺς ἐνεχείριζον ἄγειν καὶ δεῖν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.148 Joseph. AJ 15.153 (English) >>Joseph. AJ 15.159

Powered by PhiloLogic